Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.386 | Joseph. BJ 2.392 (English) | >>Joseph. BJ 2.397 |
2.389οἱ δʼ οὔτε διʼ αἰτίαν ἄλογον τηλικούτῳ πολέμῳ συνεμπλέξουσιν
-- -- λοιπὸν οὖν ἐπὶ τὴν τοῦ θεοῦ συμμαχίαν καταφευκτέον . ἀλλὰ καὶ τοῦτο παρὰ Ῥωμαίοις τέτακται · δίχα γὰρ θεοῦ συστῆναι τηλικαύτην ἡγεμονίαν ἀδύνατον .
2.391σκέψασθε δʼ ὡς ὑμῖν τὸ τῆς θρησκείας ἄκρατον , εἰ καὶ πρὸς εὐχειρώτους πολεμοίητε , δυσδιοίκητον , καὶ διʼ ἃ μᾶλλον τὸν θεὸν ἐλπίζετε σύμμαχον , ταῦτʼ ἀναγκαζόμενοι παραβαίνειν ἀποστρέψετε .
2.392τηροῦντές γε μὴν τὰ τῶν ἑβδομάδων ἔθη καὶ πρὸς μηδεμίαν πρᾶξιν κινούμενοι ῥᾳδίως ἁλώσεσθε , καθάπερ οἱ πρόγονοι Πομπηίῳ ταύτας μάλιστα τὰς ἡμέρας ἐνεργοὺς ποιησαμένῳ τῆς πολιορκίας , ἐν αἷς ἤργουν οἱ πολιορκούμενοι ·
2.393παραβαίνοντες δὲ ἐν τῷ πολέμῳ τὸν πάτριον νόμον οὐκ οἶδʼ ὑπὲρ ὅτου λοιπὸν ποιήσεσθε τὸν ἀγῶνα · σπουδὴ γὰρ ὑμῖν μία τὸ μὴ τῶν πατρίων τι καταλῦσαι .
2.394πῶς δὲ ἐπικαλέσεσθε τὸ θεῖον πρὸς τὴν ἄμυναν οἱ παραβάντες ἑκουσίως τὴν εἰς αὐτὸ θεραπείαν ; ἐπαναιροῦνται δὲ ἕκαστοι πόλεμον ἢ θείᾳ πεποιθότες ἢ ἀνθρωπίνῃ βοηθείᾳ · ὅταν δὲ τὴν παρʼ ἀμφοῖν τὸ εἰκὸς ἀποκόπτῃ , φανερὰν ἅλωσιν οἱ πολεμοῦντες αἱροῦνται .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.386 | Joseph. BJ 2.392 (English) | >>Joseph. BJ 2.397 |